Δευτέρα 11 Ιουλίου 2011

Aφιερωμένο

Ὑγείας, θυμίαμα μάνναν
Ἱμερόεσσ', ἐρατή, πολυθάλμιε, παμβασίλεια,
κλῦθι, μάκαιρ' Ὑγίεια, φερόλβιε, μῆτερ ἁπάντων
ἐκ σέο γὰρ νοῦσοι μὲν ἀποφθινύθουσι βροτοῖσι,
πᾶς δὲ δόμος θάλλει πολυγηθὴς εἵνεκα σεῖο,
καὶ τέχναι βρίθουσιἦ ποθεῖ δέ σε κόσμος, ἄνασσα,μοῦνος δὲ στυγέει σ' Ἀίδης ψυχοφθόρος αἰεί,ἀιθαλής, εὐκταιοτάτη, θνητῶν ἀνάπαυμα σοῦ γὰρ ἄτερ πάντ' ἐστὶν ἀνωφελῆ ἀνθρώποισιν οὔτε γὰρ ὀλβοδότης πλοῦτος γλυκερὸς θαλίηισιν,οὔτε γέρων πολύμοχθος ἄτερ σέο γίγνεται ἀνήρ πάντων γὰρ κρατέεις μούνη καὶ πᾶσιν ἀνάσσεις.ἀλλά, θεά, μόλε μυστιπόλοις ἐπιτάρροθος αἰεὶ
ῥυομένη νούσων χαλεπῶν κακόποτμον ἀνίην










Παλλάς μονογενή<ς>, μεγάλου Διός έκγονε σεμνή,
δία, μάκαιρα θεά, πολεμόκλονε, ομβριμόθυμε,
άρρητε, ρητή, μεγαλώνυμε, αντροδίαιτε,
ή διέπεις όχθους υψαύχενας ακρωρείους
ηδ' όρεα σκιόεντα, νάπαισί τε σήν φρένα τέρπεις,
οπλοχαρής, οιστρούσα βροτών ψυχάς μανίαισι,
γυμνάζουσα κόρη, φρικώδη θυμόν έχουσα,
Γοργοφόνη, φυγόλεκτρε, τεχνών μήτερ πολύολβε,
ορμάστειρα, φίλοιστρε κακοίς, αγαθοίς δέ φρόνησις:
άρσην μέν καί θήλυς έφυς, πολεματόκε, μήτι,
αιολόμορφε, δράκαινα, φιλένθεε, αγλαότιμε,
Φλεγραίων ολέτειρα Γιγάντων, ιππελάτειρα,
Τριτογένεια, λύτειρα κακών, νικηφόρε δαίμον,
ήματα καί νύκτας αιεί νεάταισιν εν ώραις,
κλύθί μου ευχομένου, δός δ' ειρήνην πολύολβον
καί κόρον ηδ' υγίειαν † επ' ευόλβοισιν † εν ώραις,
γλαυκώφ', ευρεσίτεχνε, πολυλλίστη βασίλεια.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου